Σελίδα 1 από 1

Η δολοφονία του Νικηφόρου Φωκά

Δημοσιεύτηκε: Πέμ 15 Ιουν 2017, 18:52
από Dhmellhn
Η δολοφονία του Νικηφόρου Φωκά τον Δεκέμβριο του 969

Η φρικτή δολοφονία του αυτοκράτορος Νικηφόρου Φωκά (963-969) έκανε μεγάλη αίσθηση στην κοινωνία της Κωνσταντινουπόλεως. Θα παραθέσουμε μερικές γραμμές από το επιτύμβιο ποίημα του Ιωάννου του Γεωμέτρου καθώς και την σκηνή της δολοφονίας όπως την περιέγραψε ο Λέων ο Διάκονος:

“Τον ανδράσι πριν και τομώτερον ξίφους.
πάρεργον ούτος και γυναικός και ξίφους
ανάστα νυν, άναξ,
και τάττε πεζούς, ιππότας, τοξοκράτας,
το σον στράτευμα, τας φάλαγγας, τους λόχους.
ορμά καθ’ ημών Ρωσική πανοπλία,
Σκυθών έθνη σφύζουσιν εις φονουργίας,
λεηλατούσι παν έθνος την σην πόλιν,
ους επτοει πριν και γεγραμμένος τύπος
προ των πυλών σος εν πόλει Βυζαντίου.
ω πλην γυναικός, τα δ’ άλλα Νικηφόρος”


“Οἱ δὲ πρὸς τῆς Αὐγούστης ὑποδεχθέντες ὑπηρέται τοῦ Ἰωάννου, τοῦ δωματίου ξιφήρεις ἐκπηδήσαντες, τὴν ἐκείνου ἄφιξιν προσεδέχοντο, περὶ τὰ ὕπαιθρα τῶν βασιλείων ὑπερῴων κατασκοπούμενοι. πέμπτην τῆς νυκτὸς ὥραν ὁ γνώμων ἤδη κατεπηγγέλλετο· δριμεῖα δέ τις βορέου αὖρα τὸ τοῦ ἀέρος ἐπεῖχε κατάστημα, καὶ χιὼν ἐχεῖτο πολλή· καὶ ὁ Ἰωάννης ἀφίκετο μετὰ τῶν συνωμοτῶν, ἐπὶ λέμβου τὸν αἰγιαλὸν παραπλέων, καὶ τῆς ἠπείρου προσεπιβαίνων, ἵνα ὁ λίθινος λέων τὸν ταῦρον ζωγρεῖ (Βουκολέοντα τὸν τόπον κέκληκεν ἡ συνήθεια)· ὃς τοῖς ἄνωθεν ἐπὶ τῶν ὑπαίθρων προκύπτουσιν ὑπηρέταις συρίττων ἐπεγινώσκετο. τοιοῦτον γὰρ τοῖς παλαμναίοις ἐδέδοτο σύνθημα. κόφινον οὖν καλωδίοις ἐξηρτημένον χαλάσαντες ἄνωθεν, καθ' ἕνα τοὺς συνωμότας πρότερον ἅπαντας ἀνιμήσαντο, ἔπειτα δὲ καὶ τὸν Ἰωάννην αὐτόν. ἀνελθόντες οὖν παρὰ πᾶσαν ἀνθρωπίνην ὑπόνοιαν, καὶ τὰ ξίφη γυμνώσαντες, εἰς τὸν βασιλικὸν εἰσελαύνουσι θάλαμον, καὶ τὴν κλίνην κατειληφότες, καὶ ταύτην εὑρόντες κενὴν καὶ μήτινα ἐν αὐτῇ διαναπαυόμενον, ἐπεπήγεσαν ἀπὸ τοῦ δέους, καὶ κατακρημνίζειν αὑτοὺς ἐπειρῶντο πρὸς θάλασσαν. ἀλλ' ἀνδράριόν τι τῶν ἐκ τῆς γυναικωνίτιδος ἰταμῶν, αὐτῶν ἡγησάμενον, ὑποδεικνύει τὸν βασιλέα καθεύδοντα, ὃν κύκλῳ περιστάντες ἔνυττον τοῖς ποσὶν ἐναλλόμενοι. διυπνισθέντα δὲ τοῦτον καὶ τὴν κεφαλὴν ἐπ' ἀγκῶνος ἐρείσαντα, ξίφει βιαίως παίει Λέων ὁ Βαλάντης ὀνομαζόμενος. ὁ δὲ περιαλγήσας τῷ τραύματι (μέχρι τῆς ὀφρύος καὶ τῆς βλεφαρίδος τὸ ξίφος καθίκετο, ἀπαράξαν μὲν τὸ ὀστοῦν, μὴ πλῆξαν δὲ τὸν ἐγκέφαλον), Θεοτόκε, βοήθει, ἐκέκραγε γεγωνοτέρᾳ φωνῇ· ἐῤῥεῖτο δὲ πανταχόθεν τῷ αἵματι καὶ κατεφοινίσσετο. ὁ δὲ Ἰωάννης, ἐπὶ τῆς βασιλικῆς καθίσας στρωμνῆς, ἑλκύειν ὡς αὑτὸν τὸν βασιλέα παρεκελεύσατο. ὃν ἑλκυσθέντα, ὀκλάζοντά τε καὶ ἐπὶ τὸ ἔδαφος διαῤῥέοντα (οὐδὲ γὰρ οἷός τε ἦν ἐπὶ γόνυ ἀνίστασθαι, καταβληθείσης αὐτῷ τῆς γιγαντώδους ἰσχύος τῇ τοῦ ξίφους πληγῇ), ἀνηρώτα τοῦτον μετὰ ἀπειλῶν, καὶ, λέγε μοι, ἀγνωμονέστατε σὺ καὶ βάσκανε τύραννε, οὐ δι' ἐμοῦ τῆς Ῥωμαϊκῆς ἡγεμονίας ἐπέβης, καὶ τὴν τοσαύτην δυναστείαν ἀνείληφας; πῶς οὖν, τῆς τοιαύτης ἀλογήσας εὐεργεσίας, καὶ φθόνῳ καὶ μανίᾳ οἰστρηλατηθεὶς, τῆς τῶν στρατευμάτων καθαιρήσειν ἀρχῆς τὸν σὸν εὐεργέτην ἐμὲ οὐκ ἐνάρκησας; ἀλλὰ κατ' ἀγροὺς σχολάζειν διαφῆκας μετὰ τῶν γεωργῶν, ὡσεί τινα ἄτιμον μετανάστην, ἄνδρα γενναῖον οὕτω, καὶ νεανικὸν ὑπὲρ σέ· ὃν τὰ τῶν ἐναντίων φρίττει στρατόπεδα, καὶ οὗ τῶν χειρῶν οὐκ ἔστιν ὅστις σε ῥύσεται νῦν. εἰπὲ τοίνυν, εἴ τίς σοι πρὸς ταῦτα δικαιολογίας ἀντιλογία ὑπολέλειπται. ηʹ. Ὁ δὲ βασιλεὺς, λειποθυμῶν ἤδη καὶ μὴ ἔχων τὸν αὑτῷ ἐπαμύνοντα, τὴν Θεοτόκον ἐκάλει ἐπίκουρον. Ἰωάννης δὲ τὸν πώγωνα τούτου δραξάμενος ἀνηλεῶς ἔτιλλε, καὶ οἱ συνωμόται ταῖς λαβαῖς τῶν ξιφῶν τὰς αὐτοῦ σιαγόνας ὠμῶς καὶ ἀφιλανθρώπως ἔνυττον, ὡς διασαλεῦσαί τε τοὺς ὀδόντας καὶ παρακινῆσαι αὐτοὺς τοῦ φατνώματος. ἐπεὶ δὲ προσκορεῖς ἦσαν τοῦτον ποινηλατούμενοι, κατὰ τῶν στέρνων ὁ Ἰωάννης παίει ποδὶ, τό τε ξίφος ἀνατείνας κατὰ μέσον διήλασε τοῦ κρανίου, πλήττειν τὸν ἄνδρα καὶ τοῖς ἄλλοις ἐγκελευσάμενος. οἱ δὲ κατεσπάθιζον τοῦτον ἀνηλεῶς, καί τις ἀκουφίῳ τὸ μετάφρενον αὐτοῦ πλήξας διαμπερὲς ἐπὶ τὰ στέρνα διήλασε. τὸ δὲ τοιοῦτον ὅπλον σιδήρειον ἐπίμηκες πέφυκεν, ἐρωδιοῦ ῥάμφει προσεοικὸς ἀτεχνῶς· παρὰ τοσοῦτον δὲ διαλλάττει τοῦ ῥάμφους κατὰ τὸν σχηματισμὸν, παρ' ὅσον ἐκεῖνο μὲν ἰθυτενὲς ἡ φύσις ἐκλήρωσε τῷ πτηνῷ, τὸ δὲ εἰς καμπὴν ἠρέμα μετρίαν ἐκτείνεται, ὀξεῖαν ἐπιεικῶς προβαλλόμενον τὴν ἀκμήν. τοιαύτην μὲν δὴ Νικηφόρος ὁ αὐτοκράτωρ τὴν τοῦ βίου εὗρε καταστροφὴν, πάντα μὲν τὸν τῆς ζωῆς χρόνον πεντήκοντα καὶ ἑπτὰ ἔτη διαβιοὺς, ἓξ δὲ καὶ μόνους ἐνιαυτοὺς πρὸς μησὶ τέσσαρσι τὴν τῆς βασιλείας ἰθύνας ἀρχήν· ἀνὴρ ἀνδρείᾳ καὶ σώματος ῥώμῃ πᾶσαν ἀδηρίτως ὑπερβαίνων τὴν κατ' αὐτὸν γενεὰν, ἐμπειρότατός τε καὶ δραστικώτατος τὰ πολέμια, καὶ πρὸς πᾶσαν ἰδέαν πόνων ἀνένδοτος, καὶ σώματος ἀμείλικτος καὶ ἀκολάκευτος ἡδοναῖς· μεγαλόφρων τε καὶ μεγαλοφυὴς τὰ πολιτικὰ, ἐννομώτατα δικάζων, καὶ νομοθετῶν ἀσφαλῶς, καὶ μηδενὸς τῶν ἐν τούτοις κατατριβέντων ἡττώμενος· ἐν δὲ ταῖς εὐχαῖς καὶ ταῖς παννύχοις πρὸς Θεὸν στάσεσιν ἄκαμπτός τε καὶ ἀδαμάντινος, ἀμετεώριστον ἐν ταῖς ὑμνῳδίαις τὸν νοῦν συντηρῶν, καὶ πρὸς τὰ μάταια μηδόλως ῥεμβόμενον. ἐλάττωμα δὲ τοῦτο προσῆπτον οἱ πολλοὶ τῷ ἀνδρὶ, ὅτι τε ἀπαρεγχείρητον ἐβούλετο πρὸς ἁπάν των συντηρεῖσθαι τὴν ἀρετὴν, καὶ μὴ παραχαράττεσθαι τὴν τοῦ δικαίου ἀκρίβειαν. διὸ καὶ ἀπαραίτητος ἦν εἰς τὴν τούτων ἐκδίκησιν, καὶ τοῖς ὀλισθαίνουσιν ἀδυσώπητος καὶ φορτικὸς ἐδόκει, καὶ ἐπαχθὴς τοῖς ἀδιάφορον ἀντλεῖν τὸν βίον ἐθέλουσιν. ἐγὼ δέ φημι, ὡς εἰ μή τις κατὰ ῥοῦν φερομένοις τοῖς πράγμασι βάσκανος νεμεσήσασα τύχη τὸν ἄνδρα τοῦτον ταχὺ τοῦ βίου ἀπήγαγε, μεγίστην ἂν ἡ τῶν Ῥωμαίων ἡγεμονία καὶ οἵαν οὐκ ἄλλοτε εὔκλειαν ἀπηνέγκατο. ἀλλὰ γὰρ ἡ πρόνοια, τὰ σκληρὰ καὶ ὑπέραυχα τῶν ἀνθρώπων ἀποστυγοῦσα φρονήματα, κολούει τε καὶ περιστέλλει καὶ εἰς τὸ μηδὲν συνωθεῖ, οἷς οἶδεν ἀνεφίκτοις κρίμασι πρὸς τὸ συμφέρον τὸ τοῦ βίου πορθμεῖον εὐθύνουσα. θʹ. Ὁ δέ γε Ἰωάννης, ἐπεὶ τὸ τοιοῦτον θεοστυγὲς καὶ ἀνόσιον μῦσος εἰργάσατο, ἐπὶ τὸν λαμπρὸν οἶκον τῆς βασιλικῆς ἑστίας παρελθὼν (Χρυσοτρίκλινον τὸν δόμον κατονομάζουσι), τό τε πέδιλον τὸ ἐρυθρὸν τοῖς ποσὶν ἐνηρμόσατο, καὶ παρὰ τὸν θρόνον κεκάθικε τὸν βασιλικὸν, καὶ περὶ τῶν κοινῶν πραγμάτων ἐφρόντιζεν, ὅπως τούτων ἐγκρατής τε γένοιτο, καὶ μήτις αὑτῷ διαστασιάσοι τῶν ἐξ αἵματος προσηκόντων τῷ αὐτοκράτορι. οἱ δὲ τοῦ Νικηφόρου ὑπασπισταὶ, ὀψέ ποτε τὴν ἀναίρεσιν τούτου ἐνωτισθέντες, ὥρμησαν ἐπαμῦναι αὐτῷ, ὑποτοπάζοντες, ἐν τοῖς ζῶσιν ἔτι περιεῖναι τὸν ἄνδρα, καὶ τὰς σιδηρέας πύλας παντὶ σθένει ἀναμοχλεύειν ἐπειρῶντο. ἀλλὰ ὁ Ἰωάννης τὴν κεφαλὴν ἐνεχθῆναι τοῦ Νικηφόρου ἐνεκελεύσατο, καὶ ταύτην ὑποδειχθῆναι διὰ τρυμαλιᾶς τοῖς ἐκείνου σωματοφύλαξι. παρελθὼν δέ τις, Ἀτζυποθεόδωρος καλούμενος, ἐξέτεμέ τε τὴν κεφαλὴν, καὶ τοῖς στασιάζουσιν ὑπεδείκνυεν. οἱ δὲ, τὸ ἀλλόκοτον καὶ ἄπιστον ἀθρήσαντες θέαμα, τά τε ξίφη τῶν χειρῶν μεθῆκαν, καὶ παλινῳδίαν ᾖσαν, καὶ τὸν Ἰωάννην αὐτοκράτορα Ῥωμαίων ὁμοφώνως ἐκήρυττον. ὁ δὲ τοῦ Νικηφόρου νεκρὸς κατὰ τὸ ὕπαιθρον ἐπὶ τῆς χιόνος πανημέριος ἔκειτο· ἑνδεκάτη ἦν τοῦ Δεκεμβρίου μηνὸς ἡμέρα, σαββάτῳ· ὃν πρὸς ἑσπέραν βαθεῖαν τῇ ὁσίᾳ παραπεμφθῆναι ὁ Ἰωάννης προσέταξε. θήκῃ οὖν σχεδιασθείσῃ ξυλίνῃ ὡς ἔτυχε περιστείλαντες, μέσον τῶν νυκτῶν λαθραίως εἰς τὸν θεῖον τῶν Ἀποστόλων σηκὸν ἐξεκόμισαν, καὶ κατὰ τὸ ἡρῷον, ἔνθα τὸ τοῦ θείου καὶ ἀοιδίμου Κωνσταντίνου σῶμα κατάκειται, ἐν μιᾷ τῶν βασιλικῶν σορῶν ἐκήδευσαν. ἀλλὰ γὰρ οὐκ ἐπενύσταξεν ἡ δίκη τῇ μιαιφονίᾳ τῶν ἀλαστόρων ἐκείνων ἀνδρῶν, μετῆλθε δὲ πάντας ποινηλατοῦσα μετέπειτα, καὶ δημευθέντες, κατὰ τὰ ἔσχατα πενητεύσαντες, κακοὶ κακῶς τοῦ ζῇν ἀπηλλάγησαν, ὅσοι τῆς ἐκείνου σφαγῆς αὐτόχειρες ἐξεγένοντο. ἀλλ' ἀποχρώντως γὰρ εἰρῆσθαί μοι δοκεῖ περὶ τῶν πεπραγμένων τῷ αὐτοκράτορι Νικηφόρῳ, καὶ τῆς αὐτοῦ βιοτῆς καὶ καταστροφῆς. τὸ δὲ πέρα τοῦ μετρίου κατατρίβειν τὸν λόγον καὶ κατατείνειν ἐκεῖ, πολυπραγμόνων ἡγοῦμαι τὸ πάθος καὶ τῆς γραφῆς ὑπερβαινόντων τὸ πλήσμιον, οἷς μηδὲ τὸ τυχὸν παρεῖται ἀνεξερεύνητον. δέον οὖν εἶναί μοι δοκεῖ, ταύτην τὴν περὶ ἐκείνου καὶ τῶν αὐτῷ πραχθέντων διήγησιν περιστείλαντα, καὶ περὶ τῶν τῷ Ἰωάννῃ πραχθέντων, ὃς κατ' ἐπίκλησιν Τζιμισκῆς ἐκαλεῖτο (τοῦτο δὲ τὸ τῆς Ἀρμενίων διαλέκτου πρόσρημα ὂν, εἰς τὴν Ἑλλάδα μεθερμηνευόμενον μουζακίτζην δηλοῖ· βραχύτατος γὰρ τὴν ἡλικίαν τελῶν ἐπωνυμίαν ταύτην ἐκτήσατο), κατὰ τὸ ἐνὸν ἐξειπεῖν, ὡς ἂν μὴ λήθης βυθοῖς παραῤῥυῇ ἔργα βιωφελῆ καὶ μνήμης ἐπάξια.”